Epigram 9.278

URN
Created on
By
Updated on

Descriptions

Text

λάρνακα πατρῴων ἔτι λείψανα κοιμίζουσαν
νεκρῶν χειμάρρῳ παῖς ἴδε συρομένην
καί μιν ἄχος τόλμης ἐπλήσατο, χεῦμα δ᾽ ἀναιδὲς
εἰσέθορεν, πικρὴν δ᾽ ἦλθ᾽ ἐπὶ συμμαχίην.

ὀστέα μὲν γὰρ ἔσωσεν ἀφ᾽ ὕδατος, ἀντὶ δὲ τούτων
αὐτὸς ὑπὸ βλοσυροῦ χεύματος ἐφθάνετο.

— Paton edition

Cities

Keywords

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 9.278: First revision

See all modifications →