Epigram 9.221

URN
Created on
By
Updated on

Descriptions

Text

Αὐγάζω τὸν ἄφυκτον ἐπὶ σφραγῖδος Ἔρωτα
χερσὶ λεοντείαν ἁνιοχεῦντα βίαν,
ὡς τᾷ μὲν μάστιγα κατ᾽ αὐχένος, ᾇ δὲ χαλινοὺς
εὐθύνει: πολλὰ δ᾽ ἀμφιτέθηλε χάρις.

φρίσσω τὸν βροτολοιγὸν ὁ γὰρ καὶ θῆρα δαμάζων
ἄγριον, οὐδ᾽ ὀλίγον φείσεται ἁμερίων.

— Paton edition

Cities

Keywords

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 9.221: First revision

See all modifications →