Epigram 9.219

URN
Created on
By
Updated on

Descriptions

Text

Αἰγιβότου Σκύροιο λιπὼν πέδον Ἴλιον ἔπλω
οἷος Ἀχιλλείδης πρόσθε Νεοπτόλεμος,
τοῖος ἐν Αἰνεάδῃσι Νέρων ἀγὸς ἄστυ Ῥέμοιο
νεῖται, ἐπ᾽ ὠκυρόην Θύβριν ἀμειψάμενος,

κοῦρος ἔτ᾽ ἀρτιγένειον ἔχων χνόον. ἀλλ᾽ ὁ μὲν ἔγχει
θῦεν ὁ δ᾽ ἀμφοτέροις, καὶ δορὶ καὶ σοφίῃ.

— Paton edition

Cities

Keywords

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 9.219: First revision

See all modifications →