Epigram 9.202

URN
Created on
By
Updated on

Descriptions

Text

βίβλος Θέωνος καὶ Πρόκλου, τῶν πανσόφων
βίβλος πόλου τε καὶ χθονὸς φέρει μέτρα.
Θέων πόλον μέν, καὶ Πρόκλος μετρεῖ χθόνα:
Πρόκλος μὲν οὖν γῆν, καὶ Θέων μετρεῖ πόλον.

ἄμφω δ᾽ ἐπίσης τῶν ἐπαίνων ἄξιοι,
ἄμφω δ᾽ ἀμοιβὴν τῶν λόγων τετεύχατον.
Θέων Πρόκλου γὰρ λαμβάνων σοφὰς θέσεις,
δείκνυσι ταύταις τοὺς δρόμους τῶν ἀστέρων
Πρόκλος δὲ δείξεις τοῦ Θέωνος λαμβάνων,

ταύταις ἀναλύει καὶ προβάλλει τὰς θέσεις.
ἀλλ᾽, ὦ σοφὴ ξυνωρί, χαῖρέ μοι λίαν
χαίροις Θέων ἄριστε, πάνσοφον κάρα,
ὁ νῦν πυκάζων τὴν Ἀλεξάνδρου πόλιν
χαίροις δὲ καὶ σύ, Πρόκλε, τοῦ Σαρπηδόνος

ἄριστον αἷμα τοῖς ὅλοις βοώμενον,

— Paton edition

Cities

Keywords

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 9.202: First revision

See all modifications →