Epigram 9.117

URN
Created on
By
Updated on

Descriptions

Text

πένθιμον ἡνίκα πατρὶ Πολυξείνης ὑμέναιον
ἤνυσεν ὀγκωτοῦ Πύρρος ὕπερθε τάφου,
ὧδε πολυκλαύτοιο κόμας λακίσασα καρήνου
Κισσηὶς τεκέων κλαῦσε φόνους Ἑκάβη:



πρόσθε μὲν ἀξονίοις φθιτὸν εἴρυσας Ἕκτορα δεσμοῖς:

νῦν δὲ Πολυξείνης αἷμα δέχῃ φθίμενος:

Αἰακίδη, τί τοσοῦτον ἐμῇ ὠδύσσαο νηδυῖ;

παισὶν ἔφυς γὰρ ἐμοῖς ἤπιος οὐδὲ νέκυς.

— Paton edition

Cities

Keywords

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 9.117: First revision

See all modifications →